Ο ΔΙΚΑΙΟΠΟΛΙΣ (β)
ὁ Δικαιόπολις ἐν τῳ ἀγρῳ
πονει· τὸν γὰρ ἀγρὸν σκάπτει. μακρός ἐστιν ὁ πόνος καὶ χαλἐπός· τοὺς
γὰρ λίθους ἐκ του ἀγρου φέρει. μέγαν λίθον αἴρει καὶ φέρει πρὸς τὸ
ἕρμα.ἰσχυρός ἐστιν ὁ ἄνθρωπος ἀλλὰ πολὺν χρόνον πονει καὶ μάλα κάμνει.
φλέγει γὰρ ὁ ἥλιος καὶ κατατρίβει αὐτόν. καθίζει οὐν ὑπὸ τῳ δένδρῳ
καὶ ἡσυχάζει οὐ πολὺν χρόνον. δι ̓
ὀλίγου γὰρ ἐπαίρει ἑαυτὸν καὶ πονει. τέλος δὲ καταδύνει ὁ ἥλιος.
οὐκέτι οὐν πονει ὁ Δικαιοπολις ἀλλὰ πρὸς τὸν οἰκον βαδίζει.
(Balme, M. G. Athenaze: an Introduction to Ancient Greek. New York: Oxford University Press, 2003.)
(Balme, M. G. Athenaze: an Introduction to Ancient Greek. New York: Oxford University Press, 2003.)